1 Kings 12:24
<< 1 Kings 12:24 >>
1 Kings 12:24 Greek OT: Septuagint with Diacritics
τάδε λέγει κύριος οὐκ ἀναβήσεσθε οὐδὲ πολεμήσετε μετὰ τῶν ἀδελφῶν 'μῶν υἱῶν ισραηλ ἀναστρεφέτω ἕκαστος εἰς τὸν οἶκον 'αυτοῦ ὅτι παρ' ἐμοῦ γέγονεν τὸ ῥῆμα τοῦτο καὶ ἤκουσαν τοῦ λόγου κυρίου καὶ κατέπαυσαν τοῦ πορευθῆναι κατὰ τὸ ῥῆμα κυρίου [24α] καὶ ὁ βασιλεὺς σαλωμων κοιμᾶται μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται ετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει δαυιδ καὶ ἐβασίλευσεν ροβοαμ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ ἐν ιερουσαλημ υἱὸς ὢν 'κκαίδεκα ἐτῶν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ δώδεκα �τη ἐβασίλευσεν ἐν ιερουσαλημ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ νααναν θυγάτηρ αναν υἱοῦ ναας βασιλέως υἱῶν αμμων καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ οὐκ ἐπορεύθη ἐν ὁδῷ δαυιδ τοῦ πατρὸς αὐτοῦ [24β] καὶ ἦν ἄνθρωπος ἐξ ὄρους εφραιμ δοῦλος τῷ σαλωμων καὶ ὄνομα αὐτῷ ιεροβοαμ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ σαριρα γυνὴ πόρνη καὶ �δωκεν αὐτὸν σαλωμων εἰς ἄρχοντα σκυτάλης ἐπὶ τὰς ἄρσεις οἴκου ιωσηφ καὶ ᾠκοδόμησεν τῷ σαλωμων τὴν σαριρα τὴν ἐν ὄρει εφραιμ καὶ ἦσαν αὐτῷ ἅρματα τριακόσια ἵππων οὗτος ᾠκοδόμησεν τὴν ἄκραν ἐν ταῖς ἄρσεσιν οἴκου εφραιμ οὗτος συνέκλεισεν τὴν πόλιν δαυιδ καὶ ἦν ἐπαιρόμενος ἐπὶ τὴν βασιλείαν [24ξ] καὶ ἐζήτει σαλωμων θανατῶσαι αὐτόν καὶ ἐφοβήθη καὶ ἀπέδρα αὐτὸς πρὸς σουσακιμ βασιλέα αἰγύπτου καὶ ἦν μετ' αὐτοῦ ἕως ἀπέθανεν σαλωμων [24δ] καὶ ἤκουσεν ιεροβοαμ ἐν αἰγύπτῳ ὅτι τέθνηκεν σαλωμων καὶ ἐλάλησεν εἰς τὰ ὦτα σουσακιμ βασιλέως αἰγύπτου λέγων ἐξαπόστειλόν με καὶ ἀπελεύσομαι ἐγὼ εἰς τὴν γῆν μου καὶ εἶπεν αὐτῷ σουσακιμ αἴτησαί τι αἴτημα καὶ δώσω σοι [24ε] καὶ σουσακιμ �δωκεν τῷ ιεροβοαμ τὴν ανω ἀδελφὴν θεκεμινας τὴν πρεσβυτέραν τῆς γυναικὸς αὐτοῦ αὐτῷ εἰς γυναῖκα αὕτη ἦν μεγάλη ἐν μέσῳ τῶν θυγατέρων τοῦ βασιλέως καὶ �τεκεν τῷ ιεροβοαμ τὸν αβια υἱὸν αὐτοῦ [24φ] καὶ εἶπεν ιεροβοαμ πρὸς σουσακιμ ὄντως ἐξαπόστειλόν με καὶ ἀπελεύσομαι καὶ ἐξῆλθεν ιεροβοαμ ἐξ αἰγύπτου καὶ ἦλθεν εἰς γῆν σαριρα τὴν ἐν ὄρει εφραιμ καὶ συνάγεται ἐκεῖ πᾶν σκῆπτρον εφραιμ καὶ ᾠκοδόμησεν ιεροβοαμ ἐκεῖ χάρακα [24γ] καὶ ἠρρώστησε τὸ παιδάριον αὐτοῦ ἀρρωστίαν κραταιὰν σφόδρα καὶ ἐπορεύθη ιεροβοαμ ἐπερωτῆσαι �'πὲρ τοῦ παιδαρίου καὶ εἶπε πρὸς ανω τὴν γυναῖκα αὐτοῦ ἀνάστηθι καὶ πορεύου ἐπερώτησον τὸν θεὸν �'πὲρ τοῦ παιδαρίου εἰ ζήσεται ἐκ τῆς ἀρρωστίας αὐτοῦ [24η] καὶ ἄνθρωπος ἦν ἐν σηλω καὶ ὄνομα αὐτῷ αχια καὶ οὗτος ἦν υἱὸς �'ξήκοντα ἐτῶν καὶ ῥῆμα κυρίου μετ' αὐτοῦ καὶ εἶπεν ιεροβοαμ πρὸς τὴν γυναῖκα αὐτοῦ ἀνάστηθι καὶ λαβὲ εἰς τὴν χεῖρά σου τῷ ἀνθρώπῳ τοῦ θεοῦ ἄρτους καὶ κολλύρια τοῖς τέκνοις αὐτοῦ καὶ σταφυλὴν καὶ στάμνον μέλιτος [24ι] καὶ ἀνέστη ἡ γυνὴ καὶ �λαβεν εἰς τὴν χεῖρα αὐτῆς ἄρτους καὶ δύο κολλύρια καὶ σταφυλὴν καὶ στάμνον μέλιτος τῷ αχια καὶ ὁ ἄνθρωπος πρεσβύτερος καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἠμβλυώπουν τοῦ βλέπειν [24κ] καὶ ἀνέστη ἐκ σαριρα καὶ πορεύεται καὶ ἐγένετο εἰσελθούσης αὐτῆς εἰς τὴν πόλιν πρὸς αχια τὸν σηλωνίτην καὶ εἶπεν αχια τῷ παιδαρίῳ αὐτοῦ �ξελθε δὴ εἰς ἀπαντὴν ανω τῇ γυναικὶ ιεροβοαμ καὶ ἐρεῖς αὐτῇ εἴσελθε καὶ μὴ στῇς ὅτι τάδε λέγει κύριος σκληρὰ ἐγὼ ἐπαποστελῶ ἐπὶ σέ [24λ] καὶ εἰσῆλθεν ανω πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ καὶ εἶπεν αὐτῇ αχια ἵνα τί μοι ἐνήνοχας ἄρτους καὶ σταφυλὴν καὶ κολλύρια καὶ στάμνον μέλιτος τάδε λέγει κύριος ἰδοὺ σὺ ἀπελεύσῃ ἀπ' ἐμοῦ καὶ �σται εἰσελθούσης σου τὴν πύλην εἰς σαριρα καὶ τὰ κοράσιά σου ἐξελεύσονταί σοι εἰς συνάντησιν καὶ ἐροῦσίν σοι τὸ παιδάριον τέθνηκεν [24μ] ὅτι τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐξολεθρεύσω τοῦ ιεροβοαμ οὐροῦντα πρὸς τοῖχον καὶ �σονται οἱ τεθνηκότες τοῦ ιεροβοαμ ἐν τῇ πόλει καταφάγονται οἱ κύνες καὶ τὸν τεθνηκότα ἐν τῷ ἀγρῷ καταφάγεται τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὸ παιδάριον κόψονται οὐαὶ κύριε ὅτι ε�'ρέθη ἐν αὐτῷ ῥῆμα καλὸν περὶ τοῦ κυρίου [24ν] καὶ ἀπῆλθεν ἡ γυνή ὡς ἤκουσεν καὶ ἐγένετο ὡς εἰσῆλθεν εἰς τὴν σαριρα καὶ τὸ παιδάριον ἀπέθανεν καὶ ἐξῆλθεν ἡ κραυγὴ εἰς ἀπαντήν [24ο] καὶ ἐπορεύθη ιεροβοαμ εἰς σικιμα τὴν ἐν ὄρει εφραιμ καὶ συνήθροισεν ἐκεῖ τὰς φυλὰς τοῦ ισραηλ καὶ ἀνέβη ἐκεῖ ροβοαμ υἱὸς σαλωμων καὶ λόγος κυρίου ἐγένετο πρὸς σαμαιαν τὸν ελαμι λέγων λαβὲ σεαυτῷ ἱμάτιον καινὸν τὸ οὐκ εἰσεληλυθὸς εἰς ὕδωρ καὶ ῥῆξον αὐτὸ δώδεκα ῥήγματα καὶ δώσεις τῷ ιεροβοαμ καὶ ἐρεῖς αὐτῷ τάδε λέγει κύριος λαβὲ σεαυτῷ δέκα ῥήγματα τοῦ περιβαλέσθαι σε καὶ �λαβεν ιεροβοαμ καὶ εἶπεν σαμαιας τάδε λέγει κύριος ἐπὶ τὰς δέκα φυλὰς τοῦ ισραηλ [24π] καὶ εἶπεν ὁ λαὸς πρὸς ροβοαμ υἱὸν σαλωμων ὁ πατήρ σου ἐβάρυνεν τὸν κλοιὸν αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐβάρυνεν τὰ βρώματα τῆς τραπέζης αὐτοῦ καὶ νῦν εἰ κουφιεῖς σὺ ἐφ' ἡμᾶς καὶ δουλεύσομέν σοι καὶ εἶπεν ροβοαμ πρὸς τὸν λαόν �τι τριῶν ἡμερῶν καὶ ἀποκριθήσομαι �'μῖν ῥῆμα [24θ] καὶ εἶπεν ροβοαμ εἰσαγάγετέ μοι τοὺς πρεσβυτέρους καὶ συμβουλεύσομαι μετ' αὐτῶν τί ἀποκριθῶ τῷ λαῷ ῥῆμα ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἐλάλησεν ροβοαμ εἰς τὰ ὦτα αὐτῶν καθὼς ἀπέστειλεν ὁ λαὸς πρὸς αὐτόν καὶ εἶπον οἱ πρεσβύτεροι τοῦ λαοῦ οὕτως ἐλάλησεν πρὸς σὲ ὁ λαός [24ρ] καὶ διεσκέδασεν ροβοαμ τὴν βουλὴν αὐτῶν καὶ οὐκ ἤρεσεν ἐνώπιον αὐτοῦ καὶ ἀπέστειλεν καὶ εἰσήγαγεν τοὺς συντρόφους αὐτοῦ καὶ ἐλάλησεν αὐτοῖς τὰ αὐτά καὶ ταῦτα ἀπέστειλεν πρός με λέγων ὁ λαός καὶ εἶπαν οἱ σύντροφοι αὐτοῦ οὕτως λαλήσεις πρὸς τὸν λαὸν λέγων ἡ μικρότης μου παχυτέρα �'πὲρ τὴν ὀσφὺν τοῦ πατρός μου ὁ πατήρ μου ἐμαστίγου �'μᾶς μάστιγξιν ἐγὼ δὲ κατάρξω �'μῶν ἐν σκορπίοις [24σ] καὶ ἤρεσεν τὸ ῥῆμα ἐνώπιον ροβοαμ καὶ ἀπεκρίθη τῷ λαῷ καθὼς συνεβούλευσαν αὐτῷ οἱ σύντροφοι αὐτοῦ τὰ παιδάρια [24τ] καὶ εἶπεν πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς ἕκαστος τῷ πλησίον αὐτοῦ καὶ ἀνέκραξαν ἅπαντες λέγοντες οὐ μερὶς ἡμῖν ἐν δαυιδ οὐδὲ κληρονομία ἐν υἱῷ ιεσσαι εἰς τὰ σκηνώματά σου ισραηλ ὅτι οὗτος ὁ ἄνθρωπος οὐκ εἰς ἄρχοντα οὐδὲ εἰς ἡγούμενον [24υ] καὶ διεσπάρη πᾶς ὁ λαὸς ἐκ σικιμων καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸ σκήνωμα αὐτοῦ καὶ κατεκράτησεν ροβοαμ καὶ ἀπῆλθεν καὶ ἀνέβη ἐπὶ τὸ ἅρμα αὐτοῦ καὶ εἰσῆλθεν εἰς ιερουσαλημ καὶ πορεύονται ὀπίσω αὐτοῦ πᾶν σκῆπτρον ιουδα καὶ πᾶν σκῆπτρον βενιαμιν [24χ] καὶ ἐγένετο ἐνισταμένου τοῦ ἐνιαυτοῦ καὶ συνήθροισεν ροβοαμ πάντα ἄνδρα ιουδα καὶ βενιαμιν καὶ ἀνέβη τοῦ πολεμεῖν πρὸς ιεροβοαμ εἰς σικιμα [24ψ] καὶ ἐγένετο ῥῆμα κυρίου πρὸς σαμαιαν ἄνθρωπον τοῦ θεοῦ λέγων εἰπὸν τῷ ροβοαμ βασιλεῖ ιουδα καὶ πρὸς πάντα οἶκον ιουδα καὶ βενιαμιν καὶ πρὸς τὸ κατάλειμμα τοῦ λαοῦ λέγων τάδε λέγει κύριος οὐκ ἀναβήσεσθε οὐδὲ πολεμήσετε πρὸς τοὺς ἀδελφοὺς �'μῶν υἱοὺς ισραηλ ἀναστρέφετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ὅτι παρ' ἐμοῦ γέγονεν τὸ ῥῆμα τοῦτο [24ζ] καὶ ἤκουσαν τοῦ λόγου κυρίου καὶ ἀνέσχον τοῦ πορευθῆναι κατὰ τὸ ῥῆμα κυρίου

1 Kings 12:24 Greek OT: Septuagint
ταδε λεγει κυριος ουκ αναβησεσθε ουδε πολεμησετε μετα των αδελφων υμων υιων ισραηλ αναστρεφετω εκαστος εις τον οικον εαυτου οτι παρ' εμου γεγονεν το ρημα τουτο και ηκουσαν του λογου κυριου και κατεπαυσαν του πορευθηναι κατα το ρημα κυριου [24α] και ο βασιλευς σαλωμων κοιμαται μετα των πατερων αυτου και θαπτεται μετα των πατερων αυτου εν πολει δαυιδ και εβασιλευσεν ροβοαμ υιος αυτου αντ' αυτου εν ιερουσαλημ υιος ων εκκαιδεκα ετων εν τω βασιλευειν αυτον και δωδεκα ετη εβασιλευσεν εν ιερουσαλημ και ονομα της μητρος αυτου νααναν θυγατηρ αναν υιου ναας βασιλεως υιων αμμων και εποιησεν το πονηρον ενωπιον κυριου και ουκ επορευθη εν οδω δαυιδ του πατρος αυτου [24β] και ην ανθρωπος εξ ορους εφραιμ δουλος τω σαλωμων και ονομα αυτω ιεροβοαμ και ονομα της μητρος αυτου σαριρα γυνη πορνη και εδωκεν αυτον σαλωμων εις αρχοντα σκυταλης επι τας αρσεις οικου ιωσηφ και ωκοδομησεν τω σαλωμων την σαριρα την εν ορει εφραιμ και ησαν αυτω αρματα τριακοσια ιππων ουτος ωκοδομησεν την ακραν εν ταις αρσεσιν οικου εφραιμ ουτος συνεκλεισεν την πολιν δαυιδ και ην επαιρομενος επι την βασιλειαν [24χ] και εζητει σαλωμων θανατωσαι αυτον και εφοβηθη και απεδρα αυτος προς σουσακιμ βασιλεα αιγυπτου και ην μετ' αυτου εως απεθανεν σαλωμων [24δ] και ηκουσεν ιεροβοαμ εν αιγυπτω οτι τεθνηκεν σαλωμων και ελαλησεν εις τα ωτα σουσακιμ βασιλεως αιγυπτου λεγων εξαποστειλον με και απελευσομαι εγω εις την γην μου και ειπεν αυτω σουσακιμ αιτησαι τι αιτημα και δωσω σοι [24ε] και σουσακιμ εδωκεν τω ιεροβοαμ την ανω αδελφην θεκεμινας την πρεσβυτεραν της γυναικος αυτου αυτω εις γυναικα αυτη ην μεγαλη εν μεσω των θυγατερων του βασιλεως και ετεκεν τω ιεροβοαμ τον αβια υιον αυτου [24φ] και ειπεν ιεροβοαμ προς σουσακιμ οντως εξαποστειλον με και απελευσομαι και εξηλθεν ιεροβοαμ εξ αιγυπτου και ηλθεν εις γην σαριρα την εν ορει εφραιμ και συναγεται εκει παν σκηπτρον εφραιμ και ωκοδομησεν ιεροβοαμ εκει χαρακα [24γ] και ηρρωστησε το παιδαριον αυτου αρρωστιαν κραταιαν σφοδρα και επορευθη ιεροβοαμ επερωτησαι υπερ του παιδαριου και ειπε προς ανω την γυναικα αυτου αναστηθι και πορευου επερωτησον τον θεον υπερ του παιδαριου ει ζησεται εκ της αρρωστιας αυτου [24η] και ανθρωπος ην εν σηλω και ονομα αυτω αχια και ουτος ην υιος εξηκοντα ετων και ρημα κυριου μετ' αυτου και ειπεν ιεροβοαμ προς την γυναικα αυτου αναστηθι και λαβε εις την χειρα σου τω ανθρωπω του θεου αρτους και κολλυρια τοις τεκνοις αυτου και σταφυλην και σταμνον μελιτος [24ι] και ανεστη η γυνη και ελαβεν εις την χειρα αυτης αρτους και δυο κολλυρια και σταφυλην και σταμνον μελιτος τω αχια και ο ανθρωπος πρεσβυτερος και οι οφθαλμοι αυτου ημβλυωπουν του βλεπειν [24κ] και ανεστη εκ σαριρα και πορευεται και εγενετο εισελθουσης αυτης εις την πολιν προς αχια τον σηλωνιτην και ειπεν αχια τω παιδαριω αυτου εξελθε δη εις απαντην ανω τη γυναικι ιεροβοαμ και ερεις αυτη εισελθε και μη στης οτι ταδε λεγει κυριος σκληρα εγω επαποστελω επι σε [24λ] και εισηλθεν ανω προς τον ανθρωπον του θεου και ειπεν αυτη αχια ινα τι μοι ενηνοχας αρτους και σταφυλην και κολλυρια και σταμνον μελιτος ταδε λεγει κυριος ιδου συ απελευση απ' εμου και εσται εισελθουσης σου την πυλην εις σαριρα και τα κορασια σου εξελευσονται σοι εις συναντησιν και ερουσιν σοι το παιδαριον τεθνηκεν [24μ] οτι ταδε λεγει κυριος ιδου εγω εξολεθρευσω του ιεροβοαμ ουρουντα προς τοιχον και εσονται οι τεθνηκοτες του ιεροβοαμ εν τη πολει καταφαγονται οι κυνες και τον τεθνηκοτα εν τω αγρω καταφαγεται τα πετεινα του ουρανου και το παιδαριον κοψονται ουαι κυριε οτι ευρεθη εν αυτω ρημα καλον περι του κυριου [24ν] και απηλθεν η γυνη ως ηκουσεν και εγενετο ως εισηλθεν εις την σαριρα και το παιδαριον απεθανεν και εξηλθεν η κραυγη εις απαντην [24ο] και επορευθη ιεροβοαμ εις σικιμα την εν ορει εφραιμ και συνηθροισεν εκει τας φυλας του ισραηλ και ανεβη εκει ροβοαμ υιος σαλωμων και λογος κυριου εγενετο προς σαμαιαν τον ελαμι λεγων λαβε σεαυτω ιματιον καινον το ουκ εισεληλυθος εις υδωρ και ρηξον αυτο δωδεκα ρηγματα και δωσεις τω ιεροβοαμ και ερεις αυτω ταδε λεγει κυριος λαβε σεαυτω δεκα ρηγματα του περιβαλεσθαι σε και ελαβεν ιεροβοαμ και ειπεν σαμαιας ταδε λεγει κυριος επι τας δεκα φυλας του ισραηλ [24π] και ειπεν ο λαος προς ροβοαμ υιον σαλωμων ο πατηρ σου εβαρυνεν τον κλοιον αυτου εφ' ημας και εβαρυνεν τα βρωματα της τραπεζης αυτου και νυν ει κουφιεις συ εφ' ημας και δουλευσομεν σοι και ειπεν ροβοαμ προς τον λαον ετι τριων ημερων και αποκριθησομαι υμιν ρημα [24θ] και ειπεν ροβοαμ εισαγαγετε μοι τους πρεσβυτερους και συμβουλευσομαι μετ' αυτων τι αποκριθω τω λαω ρημα εν τη ημερα τη τριτη και ελαλησεν ροβοαμ εις τα ωτα αυτων καθως απεστειλεν ο λαος προς αυτον και ειπον οι πρεσβυτεροι του λαου ουτως ελαλησεν προς σε ο λαος [24ρ] και διεσκεδασεν ροβοαμ την βουλην αυτων και ουκ ηρεσεν ενωπιον αυτου και απεστειλεν και εισηγαγεν τους συντροφους αυτου και ελαλησεν αυτοις τα αυτα και ταυτα απεστειλεν προς με λεγων ο λαος και ειπαν οι συντροφοι αυτου ουτως λαλησεις προς τον λαον λεγων η μικροτης μου παχυτερα υπερ την οσφυν του πατρος μου ο πατηρ μου εμαστιγου υμας μαστιγξιν εγω δε καταρξω υμων εν σκορπιοις [24ς] και ηρεσεν το ρημα ενωπιον ροβοαμ και απεκριθη τω λαω καθως συνεβουλευσαν αυτω οι συντροφοι αυτου τα παιδαρια [24τ] και ειπεν πας ο λαος ως ανηρ εις εκαστος τω πλησιον αυτου και ανεκραξαν απαντες λεγοντες ου μερις ημιν εν δαυιδ ουδε κληρονομια εν υιω ιεσσαι εις τα σκηνωματα σου ισραηλ οτι ουτος ο ανθρωπος ουκ εις αρχοντα ουδε εις ηγουμενον [24υ] και διεσπαρη πας ο λαος εκ σικιμων και απηλθεν εκαστος εις το σκηνωμα αυτου και κατεκρατησεν ροβοαμ και απηλθεν και ανεβη επι το αρμα αυτου και εισηλθεν εις ιερουσαλημ και πορευονται οπισω αυτου παν σκηπτρον ιουδα και παν σκηπτρον βενιαμιν [24ξ] και εγενετο ενισταμενου του ενιαυτου και συνηθροισεν ροβοαμ παντα ανδρα ιουδα και βενιαμιν και ανεβη του πολεμειν προς ιεροβοαμ εις σικιμα [24ψ] και εγενετο ρημα κυριου προς σαμαιαν ανθρωπον του θεου λεγων ειπον τω ροβοαμ βασιλει ιουδα και προς παντα οικον ιουδα και βενιαμιν και προς το καταλειμμα του λαου λεγων ταδε λεγει κυριος ουκ αναβησεσθε ουδε πολεμησετε προς τους αδελφους υμων υιους ισραηλ αναστρεφετε εκαστος εις τον οικον αυτου οτι παρ' εμου γεγονεν το ρημα τουτο [24ζ] και ηκουσαν του λογου κυριου και ανεσχον του πορευθηναι κατα το ρημα κυριου

מלכים א 12:24 Hebrew OT: BHS (Consonants & Vowels)
כֹּה אָמַר יְהוָה לֹא־תַעֲלוּ וְלֹא־תִלָּחֲמוּן עִם־אֲחֵיכֶם בְּנֵי־יִשְׂרָאֵל שׁוּבוּ אִישׁ לְבֵיתֹו כִּי מֵאִתִּי נִהְיָה הַדָּבָר הַזֶּה וַיִּשְׁמְעוּ אֶת־דְּבַר יְהוָה וַיָּשֻׁבוּ לָלֶכֶת כִּדְבַר יְהוָה׃ ס

מלכים א 12:24 Hebrew OT: BHS (Consonants Only)
כה אמר יהוה לא־תעלו ולא־תלחמון עם־אחיכם בני־ישראל שובו איש לביתו כי מאתי נהיה הדבר הזה וישמעו את־דבר יהוה וישבו ללכת כדבר יהוה׃ ס

מלכים א 12:24 Hebrew OT: Westminster Leningrad Codex
כֹּ֣ה אָמַ֣ר יְהוָ֡ה לֹֽא־תַעֲלוּ֩ וְלֹא־תִלָּ֨חֲמ֜וּן עִם־אֲחֵיכֶ֣ם בְּנֵֽי־יִשְׂרָאֵ֗ל וּבוּ אִ֣ישׁ לְבֵיתֹ֔ו כִּ֧י מֵאִתִּ֛י נִהְיָ֖ה הַדָּבָ֣ר הַזֶּ֑ה וַיִּשְׁמְעוּ֙ אֶת־דְּבַ֣ר יְהוָ֔ה וַיָּשֻׁ֥בוּ לָלֶ֖כֶת כִּדְבַ֥ר יְהוָֽה׃ ס

מלכים א 12:24 Hebrew OT: WLC (Consonants Only)
כה אמר יהוה לא־תעלו ולא־תלחמון עם־אחיכם בני־ישראל ובו איש לביתו כי מאתי נהיה הדבר הזה וישמעו את־דבר יהוה וישבו ללכת כדבר יהוה׃ ס

מלכים א 12:24 Hebrew OT: WLC (Consonants & Vowels)
כֹּה אָמַר יְהוָה לֹא־תַעֲלוּ וְלֹא־תִלָּחֲמוּן עִם־אֲחֵיכֶם בְּנֵי־יִשְׂרָאֵל וּבוּ אִישׁ לְבֵיתֹו כִּי מֵאִתִּי נִהְיָה הַדָּבָר הַזֶּה וַיִּשְׁמְעוּ אֶת־דְּבַר יְהוָה וַיָּשֻׁבוּ לָלֶכֶת כִּדְבַר יְהוָה׃ ס

מלכים א 12:24 Hebrew OT: Aleppo Codex
כד כה אמר יהוה לא תעלו ולא תלחמון עם אחיכם בני ישראל שובו איש לביתו--כי מאתי נהיה הדבר הזה וישמעו את דבר יהוה וישבו ללכת כדבר יהוה  {ס}

מלכים א 12:24 Paleo-Hebrew OT: BHS (Font Required)
כה אמר יהוה לא־תעלו ולא־תלחמון עם־אחיכם בני־ישראל שובו איש לביתו כי מאתי נהיה הדבר הזה וישמעו את־דבר יהוה וישבו ללכת כדבר יהוה׃ ס

מלכים א 12:24 Paleo-Hebrew OT: WLC (Font Required)
כה אמר יהוה לא־תעלו ולא־תלחמון עם־אחיכם בני־ישראל ובו איש לביתו כי מאתי נהיה הדבר הזה וישמעו את־דבר יהוה וישבו ללכת כדבר יהוה׃ ס

מלכים א 12:24 Hebrew Bible
כה אמר יהוה לא תעלו ולא תלחמון עם אחיכם בני ישראל שובו איש לביתו כי מאתי נהיה הדבר הזה וישמעו את דבר יהוה וישבו ללכת כדבר יהוה׃

Latin: Biblia Sacra Vulgata
haec dicit Dominus non ascendetis nec bellabitis contra fratres vestros filios Israhel revertatur vir in domum suam a me enim factum est verbum hoc audierunt sermonem Domini et reversi sunt de itinere sicut eis praeceperat Dominus

Biblos.com Online Bible