| |  |
1 Kings 2:35 Greek OT: Septuagint with Diacritics καὶ ἔδωκεν ὁ βασιλεὺς τὸν βαναιου υἱὸν ιωδαε ἀντ' αὐτοῦ ἐπὶ τὴν στρατηγίαν καὶ ἡ βασιλεία κατωρθοῦτο ἐν ιερουσαλημ καὶ τὸν σαδωκ τὸν ἱερέα ἔδωκεν ὁ βασιλεὺς εἰς ἱερέα πρῶτον ἀντὶ αβιαθαρ [35α] καὶ ἔδωκεν κύριος φρόνησιν τῷ σαλωμων καὶ σοφίαν πολλὴν σφόδρα καὶ πλάτος καρδίας ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν [35β] καὶ ἐπληθύνθη ἡ φρόνησις σαλωμων σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων ἀρχαίων υἱῶν καὶ ὑπὲρ πάντας φρονίμους αἰγύπτου [35ξ] καὶ ἔλαβεν τὴν θυγατέρα φαραω καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν δαυιδ ἕως συντελέσαι αὐτὸν τὸν οἶκον αὐτοῦ καὶ τὸν οἶκον κυρίου ἐν πρώτοις καὶ τὸ τεῖχος ιερουσαλημ κυκλόθεν ἐν ἑπτὰ ἔτεσιν ἐποίησεν καὶ συνετέλεσεν [35δ] καὶ ἦν τῷ σαλωμων ἑβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τῷ ὄρει [35ε] καὶ ἐποίησεν σαλωμων τὴν θάλασσαν καὶ τὰ ὑποστηρίγματα καὶ τοὺς λουτῆρας τοὺς μεγάλους καὶ τοὺς στύλους καὶ τὴν κρήνην τῆς αὐλῆς καὶ τὴν θάλασσαν τὴν χαλκῆν [35φ] καὶ ᾠκοδόμησεν τὴν ἄκραν καὶ τὰς ἐπάλξεις αὐτῆς καὶ διέκοψεν τὴν πόλιν δαυιδ οὕτως θυγάτηρ φαραω ἀνέβαινεν ἐκ τῆς πόλεως δαυιδ εἰς τὸν οἶκον αὐτῆς ὃν ᾠκοδόμησεν αὐτῇ τότε ᾠκοδόμησεν τὴν ἄκραν [35γ] καὶ σαλωμων ἀνέφερεν τρεῖς ἐν τῷ ἐνιαυτῷ ὁλοκαυτώσεις καὶ εἰρηνικὰς ἐπὶ τὸ θυσιαστήριον ὃ ᾠκοδόμησεν τῷ κυρίῳ καὶ ἐθυμία ἐνώπιον κυρίου καὶ συνετέλεσεν τὸν οἶκον [35η] καὶ οὗτοι οἱ ἄρχοντες οἱ καθεσταμένοι ἐπὶ τὰ ἔργα τοῦ σαλωμων τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται τοῦ λαοῦ τῶν ποιούντων τὰ ἔργα [35ι] καὶ ᾠκοδόμησεν τὴν ασσουρ καὶ τὴν μαγδω καὶ τὴν γαζερ καὶ τὴν βαιθωρων τὴν ἐπάνω καὶ τὰ βααλαθ [35κ] πλὴν μετὰ τὸ οἰκοδομῆσαι αὐτὸν τὸν οἶκον τοῦ κυρίου καὶ τὸ τεῖχος ιερουσαλημ κύκλῳ μετὰ ταῦτα ᾠκοδόμησεν τὰς πόλεις ταύτας [35λ] καὶ ἐν τῷ ἔτι δαυιδ ζῆν ἐνετείλατο τῷ σαλωμων λέγων ἰδοὺ μετὰ σοῦ σεμεϊ υἱὸς γηρα υἱὸς σπέρματος τοῦ ιεμινι ἐκ χεβρων [35μ] οὗτος κατηράσατό με κατάραν ὀδυνηρὰν ἐν ᾗ ἡμέρᾳ ἐπορευόμην εἰς παρεμβολάς [35ν] καὶ αὐτὸς κατέβαινεν εἰς ἀπαντήν μοι ἐπὶ τὸν ιορδάνην καὶ ὤμοσα αὐτῷ κατὰ τοῦ κυρίου λέγων εἰ θανατωθήσεται ἐν ῥομφαίᾳ [35ο] καὶ νῦν μὴ ἀθῳώσῃς αὐτόν ὅτι ἀνὴρ φρόνιμος σὺ καὶ γνώσῃ ἃ ποιήσεις αὐτῷ καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου1 Kings 2:35 Greek OT: Septuagint και εδωκεν ο βασιλευς τον βαναιου υιον ιωδαε αντ' αυτου επι την στρατηγιαν και η βασιλεια κατωρθουτο εν ιερουσαλημ και τον σαδωκ τον ιερεα εδωκεν ο βασιλευς εις ιερεα πρωτον αντι αβιαθαρ [35α] και εδωκεν κυριος φρονησιν τω σαλωμων και σοφιαν πολλην σφοδρα και πλατος καρδιας ως η αμμος η παρα την θαλασσαν [35β] και επληθυνθη η φρονησις σαλωμων σφοδρα υπερ την φρονησιν παντων αρχαιων υιων και υπερ παντας φρονιμους αιγυπτου [35χ] και ελαβεν την θυγατερα φαραω και εισηγαγεν αυτην εις την πολιν δαυιδ εως συντελεσαι αυτον τον οικον αυτου και τον οικον κυριου εν πρωτοις και το τειχος ιερουσαλημ κυκλοθεν εν επτα ετεσιν εποιησεν και συνετελεσεν [35δ] και ην τω σαλωμων εβδομηκοντα χιλιαδες αιροντες αρσιν και ογδοηκοντα χιλιαδες λατομων εν τω ορει [35ε] και εποιησεν σαλωμων την θαλασσαν και τα υποστηριγματα και τους λουτηρας τους μεγαλους και τους στυλους και την κρηνην της αυλης και την θαλασσαν την χαλκην [35φ] και ωκοδομησεν την ακραν και τας επαλξεις αυτης και διεκοψεν την πολιν δαυιδ ουτως θυγατηρ φαραω ανεβαινεν εκ της πολεως δαυιδ εις τον οικον αυτης ον ωκοδομησεν αυτη τοτε ωκοδομησεν την ακραν [35γ] και σαλωμων ανεφερεν τρεις εν τω ενιαυτω ολοκαυτωσεις και ειρηνικας επι το θυσιαστηριον ο ωκοδομησεν τω κυριω και εθυμια ενωπιον κυριου και συνετελεσεν τον οικον [35η] και ουτοι οι αρχοντες οι καθεσταμενοι επι τα εργα του σαλωμων τρεις χιλιαδες και εξακοσιοι επισταται του λαου των ποιουντων τα εργα [35ι] και ωκοδομησεν την ασσουρ και την μαγδω και την γαζερ και την βαιθωρων την επανω και τα βααλαθ [35κ] πλην μετα το οικοδομησαι αυτον τον οικον του κυριου και το τειχος ιερουσαλημ κυκλω μετα ταυτα ωκοδομησεν τας πολεις ταυτας [35λ] και εν τω ετι δαυιδ ζην ενετειλατο τω σαλωμων λεγων ιδου μετα σου σεμει υιος γηρα υιος σπερματος του ιεμινι εκ χεβρων [35μ] ουτος κατηρασατο με καταραν οδυνηραν εν η ημερα επορευομην εις παρεμβολας [35ν] και αυτος κατεβαινεν εις απαντην μοι επι τον ιορδανην και ωμοσα αυτω κατα του κυριου λεγων ει θανατωθησεται εν ρομφαια [35ο] και νυν μη αθωωσης αυτον οτι ανηρ φρονιμος συ και γνωση α ποιησεις αυτω και καταξεις την πολιαν αυτου εν αιματι εις αδου Latin: Biblia Sacra Vulgata et constituit rex Banaiam filium Ioiadae pro eo super exercitum et Sadoc sacerdotem posuit pro Abiathar Biblos.com Online Bible |  | |
| |
|