| |  |
1 Kings 2:46 Greek OT: Septuagint with Diacritics καὶ ἐνετείλατο ὁ βασιλεὺς σαλωμων τῷ βαναια υἱῷ ιωδαε καὶ ἐξῆλθεν καὶ ἀνεῖλεν αὐτόν καὶ ἀπέθανεν [46α] καὶ ἦν ὁ βασιλεὺς σαλωμων φρόνιμος σφόδρα καὶ σοφός καὶ ιουδα καὶ ισραηλ πολλοὶ σφόδρα ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος ἐσθίοντες καὶ πίνοντες καὶ χαίροντες [46β] καὶ σαλωμων ἦν ἄρχων ἐν πάσαις ταῖς βασιλείαις καὶ ἦσαν προσφέροντες δῶρα καὶ ἐδούλευον τῷ σαλωμων πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ [46ξ] καὶ σαλωμων ἤρξατο διανοίγειν τὰ δυναστεύματα τοῦ λιβάνου [46δ] καὶ αὐτὸς ᾠκοδόμησεν τὴν θερμαι ἐν τῇ ἐρήμῳ [46ε] καὶ τοῦτο τὸ ἄριστον τῷ σαλωμων τριάκοντα κόροι σεμιδάλεως καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου δέκα μόσχοι ἐκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν πρόβατα ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν νομάδων [46φ] ὅτι ἦν ἄρχων ἐν παντὶ πέραν τοῦ ποταμοῦ ἀπὸ ραφι ἕως γάζης ἐν πᾶσιν τοῖς βασιλεῦσιν πέραν τοῦ ποταμοῦ [46γ] καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν αὐτοῦ κυκλόθεν καὶ κατῴκει ιουδα καὶ ισραηλ πεποιθότες ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ καὶ ὑπὸ τὴν συκῆν αὐτοῦ ἐσθίοντες καὶ πίνοντες ἀπὸ δαν καὶ ἕως βηρσαβεε πάσας τὰς ἡμέρας σαλωμων [46η] καὶ οὗτοι οἱ ἄρχοντες τοῦ σαλωμων αζαριον υἱὸς σαδωκ τοῦ ἱερέως καὶ ορνιου υἱὸς ναθαν ἄρχων τῶν ἐφεστηκότων καὶ εδραμ ἐπὶ τὸν οἶκον αὐτοῦ καὶ σουβα γραμματεὺς καὶ βασα υἱὸς αχιθαλαμ ἀναμιμνῄσκων καὶ αβι υἱὸς ιωαβ ἀρχιστράτηγος καὶ αχιρε υἱὸς εδραϊ ἐπὶ τὰς ἄρσεις καὶ βαναια υἱὸς ιωδαε ἐπὶ τῆς αὐλαρχίας καὶ ἐπὶ τοῦ πλινθείου καὶ ζαχουρ υἱὸς ναθαν ὁ σύμβουλος [46ι] καὶ ἦσαν τῷ σαλωμων τεσσαράκοντα χιλιάδες τοκάδες ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων [46κ] καὶ ἦν ἄρχων ἐν πᾶσιν τοῖς βασιλεῦσιν ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων αἰγύπτου [46λ] σαλωμων υἱὸς δαυιδ ἐβασίλευσεν ἐπὶ ισραηλ καὶ ιουδα ἐν ιερουσαλημ1 Kings 2:46 Greek OT: Septuagint και ενετειλατο ο βασιλευς σαλωμων τω βαναια υιω ιωδαε και εξηλθεν και ανειλεν αυτον και απεθανεν [46α] και ην ο βασιλευς σαλωμων φρονιμος σφοδρα και σοφος και ιουδα και ισραηλ πολλοι σφοδρα ως η αμμος η επι της θαλασσης εις πληθος εσθιοντες και πινοντες και χαιροντες [46β] και σαλωμων ην αρχων εν πασαις ταις βασιλειαις και ησαν προσφεροντες δωρα και εδουλευον τω σαλωμων πασας τας ημερας της ζωης αυτου [46χ] και σαλωμων ηρξατο διανοιγειν τα δυναστευματα του λιβανου [46δ] και αυτος ωκοδομησεν την θερμαι εν τη ερημω [46ε] και τουτο το αριστον τω σαλωμων τριακοντα κοροι σεμιδαλεως και εξηκοντα κοροι αλευρου κεκοπανισμενου δεκα μοσχοι εκλεκτοι και εικοσι βοες νομαδες και εκατον προβατα εκτος ελαφων και δορκαδων και ορνιθων εκλεκτων νομαδων [46φ] οτι ην αρχων εν παντι περαν του ποταμου απο ραφι εως γαζης εν πασιν τοις βασιλευσιν περαν του ποταμου [46γ] και ην αυτω ειρηνη εκ παντων των μερων αυτου κυκλοθεν και κατωκει ιουδα και ισραηλ πεποιθοτες εκαστος υπο την αμπελον αυτου και υπο την συκην αυτου εσθιοντες και πινοντες απο δαν και εως βηρσαβεε πασας τας ημερας σαλωμων [46η] και ουτοι οι αρχοντες του σαλωμων αζαριον υιος σαδωκ του ιερεως και ορνιου υιος ναθαν αρχων των εφεστηκοτων και εδραμ επι τον οικον αυτου και σουβα γραμματευς και βασα υιος αχιθαλαμ αναμιμνησκων και αβι υιος ιωαβ αρχιστρατηγος και αχιρε υιος εδραι επι τας αρσεις και βαναια υιος ιωδαε επι της αυλαρχιας και επι του πλινθειου και ζαχουρ υιος ναθαν ο συμβουλος [46ι] και ησαν τω σαλωμων τεσσαρακοντα χιλιαδες τοκαδες ιπποι εις αρματα και δωδεκα χιλιαδες ιππεων [46κ] και ην αρχων εν πασιν τοις βασιλευσιν απο του ποταμου και εως γης αλλοφυλων και εως οριων αιγυπτου [46λ] σαλωμων υιος δαυιδ εβασιλευσεν επι ισραηλ και ιουδα εν ιερουσαλημ Latin: Biblia Sacra Vulgata iussit itaque rex Banaiae filio Ioiadae qui egressus percussit eum et mortuus est Biblos.com Online Bible |  | |
| |
|