| |  |
1 Kings 16:28 Greek OT: Septuagint with Diacritics καὶ ἐκοιμήθη αμβρι μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται ἐν σαμαρείᾳ καὶ βασιλεύει αχααβ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ [28α] καὶ ἐν τῷ ἐνιαυτῷ τῷ ἑνδεκάτῳ τοῦ αμβρι βασιλεύει ιωσαφατ υἱὸς ασα ἐτῶν τριάκοντα καὶ πέντε ἐν τῇ βασιλείᾳ αὐτοῦ καὶ εἴκοσι πέντε ἔτη ἐβασίλευσεν ἐν ιερουσαλημ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ γαζουβα θυγάτηρ σελεϊ [28β] καὶ ἐπορεύθη ἐν τῇ ὁδῷ ασα τοῦ πατρὸς αὐτοῦ καὶ οὐκ ἐξέκλινεν ἀπ' αὐτῆς τοῦ ποιεῖν τὸ εὐθὲς ἐνώπιον κυρίου πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῆραν ἔθυον ἐν τοῖς ὑψηλοῖς καὶ ἐθυμίων [28ξ] καὶ ἃ συνέθετο ιωσαφατ καὶ πᾶσα ἡ δυναστεία ἣν ἐποίησεν καὶ οὓς ἐπολέμησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων ιουδα [28δ] καὶ τὰ λοιπὰ τῶν συμπλοκῶν ἃς ἐπέθεντο ἐν ταῖς ἡμέραις ασα τοῦ πατρὸς αὐτοῦ ἐξῆρεν ἀπὸ τῆς γῆς [28ε] καὶ βασιλεὺς οὐκ ἦν ἐν συρίᾳ νασιβ [28φ] καὶ ὁ βασιλεὺς ιωσαφατ ἐποίησεν ναῦν εἰς θαρσις πορεύεσθαι εἰς σωφιρ ἐπὶ τὸ χρυσίον καὶ οὐκ ἐπορεύθη ὅτι συνετρίβη ἡ ναῦς ἐν γασιωνγαβερ [28γ] τότε εἶπεν ὁ βασιλεὺς ισραηλ πρὸς ιωσαφατ ἐξαποστελῶ τοὺς παῖδάς σου καὶ τὰ παιδάριά μου ἐν τῇ νηί καὶ οὐκ ἐβούλετο ιωσαφατ [28η] καὶ ἐκοιμήθη ιωσαφατ μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει δαυιδ καὶ ἐβασίλευσεν ιωραμ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ1 Kings 16:28 Greek OT: Septuagint και εκοιμηθη αμβρι μετα των πατερων αυτου και θαπτεται εν σαμαρεια και βασιλευει αχααβ υιος αυτου αντ' αυτου [28α] και εν τω ενιαυτω τω ενδεκατω του αμβρι βασιλευει ιωσαφατ υιος ασα ετων τριακοντα και πεντε εν τη βασιλεια αυτου και εικοσι πεντε ετη εβασιλευσεν εν ιερουσαλημ και ονομα της μητρος αυτου γαζουβα θυγατηρ σελει [28β] και επορευθη εν τη οδω ασα του πατρος αυτου και ουκ εξεκλινεν απ' αυτης του ποιειν το ευθες ενωπιον κυριου πλην των υψηλων ουκ εξηραν εθυον εν τοις υψηλοις και εθυμιων [28χ] και α συνεθετο ιωσαφατ και πασα η δυναστεια ην εποιησεν και ους επολεμησεν ουκ ιδου ταυτα γεγραμμενα εν βιβλιω λογων των ημερων των βασιλεων ιουδα [28δ] και τα λοιπα των συμπλοκων ας επεθεντο εν ταις ημεραις ασα του πατρος αυτου εξηρεν απο της γης [28ε] και βασιλευς ουκ ην εν συρια νασιβ [28φ] και ο βασιλευς ιωσαφατ εποιησεν ναυν εις θαρσις πορευεσθαι εις σωφιρ επι το χρυσιον και ουκ επορευθη οτι συνετριβη η ναυς εν γασιωνγαβερ [28γ] τοτε ειπεν ο βασιλευς ισραηλ προς ιωσαφατ εξαποστελω τους παιδας σου και τα παιδαρια μου εν τη νηι και ουκ εβουλετο ιωσαφατ [28η] και εκοιμηθη ιωσαφατ μετα των πατερων αυτου και θαπτεται μετα των πατερων αυτου εν πολει δαυιδ και εβασιλευσεν ιωραμ υιος αυτου αντ' αυτου Latin: Biblia Sacra Vulgata et dormivit Amri cum patribus suis et sepultus est in Samaria regnavitque Ahab filius eius pro eo Biblos.com Online Bible |  | |
| |
|