Joshua 9:2
<< Joshua 9:2 >>
Joshua 9:2 Greek OT: Septuagint with Diacritics
συνήλθοσαν ἐπὶ τὸ αὐτὸ ἐκπολεμῆσαι ἰησοῦν καὶ ισραηλ ἅμα πάντες [2α] τότε ᾠκοδόμησεν ἰησοῦς θυσιαστήριον κυρίῳ τῷ θεῷ ισραηλ ἐν ὄρει γαιβαλ [2β] καθότι ἐνετείλατο μωυσῆς ὁ θεράπων κυρίου τοῖς υἱοῖς ισραηλ καθὰ γέγραπται ἐν τῷ νόμῳ μωυσῆ θυσιαστήριον λίθων ὁλοκλήρων ἐφ' οὓς οὐκ ἐπεβλήθη σίδηρος καὶ ἀνεβίβασεν ἐκεῖ ὁλοκαυτώματα κυρίῳ καὶ θυσίαν σωτηρίου [2ξ] καὶ ἔγραψεν ἰησοῦς ἐπὶ τῶν λίθων τὸ δευτερονόμιον νόμον μωυσῆ ὃν ἔγραψεν ἐνώπιον υἱῶν ισραηλ [2δ] καὶ πᾶς ισραηλ καὶ οἱ πρεσβύτεροι αὐτῶν καὶ οἱ δικασταὶ καὶ οἱ γραμματεῖς αὐτῶν παρεπορεύοντο ἔνθεν καὶ ἔνθεν τῆς κιβωτοῦ ἀπέναντι καὶ οἱ ἱερεῖς καὶ οἱ λευῖται ἦραν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ ὁ προσήλυτος καὶ ὁ αὐτόχθων οἳ ἦσαν ἥμισυ πλησίον ὄρους γαριζιν καὶ οἳ ἦσαν ἥμισυ πλησίον ὄρους γαιβαλ καθότι ἐνετείλατο μωυσῆς ὁ θεράπων κυρίου εὐλογῆσαι τὸν λαὸν ἐν πρώτοις [2ε] καὶ μετὰ ταῦτα οὕτως ἀνέγνω ἰησοῦς πάντα τὰ ῥήματα τοῦ νόμου τούτου τὰς εὐλογίας καὶ τὰς κατάρας κατὰ πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ μωυσῆ [2φ] οὐκ ἦν ῥῆμα ἀπὸ πάντων ὧν ἐνετείλατο μωυσῆς τῷ ἰησοῖ ὃ οὐκ ἀνέγνω ἰησοῦς εἰς τὰ ὦτα πάσης ἐκκλησίας υἱῶν ισραηλ τοῖς ἀνδράσιν καὶ ταῖς γυναιξὶν καὶ τοῖς παιδίοις καὶ τοῖς προσηλύτοις τοῖς προσπορευομένοις τῷ ισραηλ

Joshua 9:2 Greek OT: Septuagint
συνηλθοσαν επι το αυτο εκπολεμησαι ιησουν και ισραηλ αμα παντες [2α] τοτε ωκοδομησεν ιησους θυσιαστηριον κυριω τω θεω ισραηλ εν ορει γαιβαλ [2β] καθοτι ενετειλατο μωυσης ο θεραπων κυριου τοις υιοις ισραηλ καθα γεγραπται εν τω νομω μωυση θυσιαστηριον λιθων ολοκληρων εφ' ους ουκ επεβληθη σιδηρος και ανεβιβασεν εκει ολοκαυτωματα κυριω και θυσιαν σωτηριου [2χ] και εγραψεν ιησους επι των λιθων το δευτερονομιον νομον μωυση ον εγραψεν ενωπιον υιων ισραηλ [2δ] και πας ισραηλ και οι πρεσβυτεροι αυτων και οι δικασται και οι γραμματεις αυτων παρεπορευοντο ενθεν και ενθεν της κιβωτου απεναντι και οι ιερεις και οι λευιται ηραν την κιβωτον της διαθηκης κυριου και ο προσηλυτος και ο αυτοχθων οι ησαν ημισυ πλησιον ορους γαριζιν και οι ησαν ημισυ πλησιον ορους γαιβαλ καθοτι ενετειλατο μωυσης ο θεραπων κυριου ευλογησαι τον λαον εν πρωτοις [2ε] και μετα ταυτα ουτως ανεγνω ιησους παντα τα ρηματα του νομου τουτου τας ευλογιας και τας καταρας κατα παντα τα γεγραμμενα εν τω νομω μωυση [2φ] ουκ ην ρημα απο παντων ων ενετειλατο μωυσης τω ιησοι ο ουκ ανεγνω ιησους εις τα ωτα πασης εκκλησιας υιων ισραηλ τοις ανδρασιν και ταις γυναιξιν και τοις παιδιοις και τοις προσηλυτοις τοις προσπορευομενοις τω ισραηλ

יהושע 9:2 Hebrew OT: BHS (Consonants & Vowels)
וַיִּתְקַבְּצוּ יַחְדָּו לְהִלָּחֵם עִם־יְהֹושֻׁעַ וְעִם־יִשְׂרָאֵל פֶּה אֶחָד׃ ף

יהושע 9:2 Hebrew OT: BHS (Consonants Only)
ויתקבצו יחדו להלחם עם־יהושע ועם־ישראל פה אחד׃ ף

יהושע 9:2 Hebrew OT: Westminster Leningrad Codex
וַיִּֽתְקַבְּצ֣וּ יַחְדָּ֔ו לְהִלָּחֵ֥ם עִם־יְהֹושֻׁ֖עַ וְעִם־יִשְׂרָאֵ֑ל פֶּ֖ה אֶחָֽד׃ פ

יהושע 9:2 Hebrew OT: WLC (Consonants Only)
ויתקבצו יחדו להלחם עם־יהושע ועם־ישראל פה אחד׃ פ

יהושע 9:2 Hebrew OT: WLC (Consonants & Vowels)
וַיִּתְקַבְּצוּ יַחְדָּו לְהִלָּחֵם עִם־יְהֹושֻׁעַ וְעִם־יִשְׂרָאֵל פֶּה אֶחָד׃ פ

יהושע 9:2 Hebrew OT: Aleppo Codex
ב ויתקבצו יחדו להלחם עם יהושע ועם ישראל--פה אחד  {פ}

יהושע 9:2 Paleo-Hebrew OT: BHS (Font Required)
ויתקבצו יחדו להלחם עם־יהושע ועם־ישראל פה אחד׃ ף

יהושע 9:2 Paleo-Hebrew OT: WLC (Font Required)
ויתקבצו יחדו להלחם עם־יהושע ועם־ישראל פה אחד׃ פ

יהושע 9:2 Hebrew Bible
ויתקבצו יחדו להלחם עם יהושע ועם ישראל פה אחד׃

Latin: Biblia Sacra Vulgata
congregati sunt pariter ut pugnarent contra Iosue et Israhel uno animo eademque sententia

Biblos.com Online Bible